Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.398 Joseph. BJ 5.405 (English) >>Joseph. BJ 5.410

5.402οὐ τὰ κρυπτὰ μὲν τῶν ἁμαρτημάτων ἠδοξήκατε, κλοπὰς λέγω καὶ ἐνέδρας καὶ μοιχείας, ἁρπαγαῖς δʼ ἐρίζετε καὶ φόνοις καὶ ξένας καινοτομεῖτε κακίας ὁδούς, ἐκδοχεῖον δὲ πάντων τὸ ἱερὸν γέγονεν καὶ χερσὶν ἐμφυλίοις θεῖος μεμίανται χῶρος,

-- --

ὃν καὶ Ῥωμαῖοι πόρρωθεν προσεκύνουν, πολλὰ τῶν ἰδίων ἐθῶν εἰς τὸν ὑμέτερον παραλύοντες νόμον. 5.403εἶτʼ ἐπὶ τούτοις τὸν ἀσεβηθέντα σύμμαχον προσδοκᾶτε; πάνυ γοῦν ἐστὲ δίκαιοι ἱκέται καὶ χερσὶ καθαραῖς τὸν βοηθὸν ὑμῶν παρακαλεῖτε. 5.404τοιαύταις βασιλεὺς ἡμῶν ἱκέτευσεν ἐπὶ τὸν Ἀσσύριον, ὅτε τὸν μέγαν ἐκεῖνον στρατὸν μιᾷ νυκτὶ κατέστρωσεν θεός; ὅμοια δὲ τῷ Ἀσσυρίῳ Ῥωμαῖοι δρῶσιν, ἵνα καὶ ἄμυναν ὑμεῖς ὁμοίαν ἐλπίσητε; 5.405οὐχ μὲν χρήματα παρὰ τοῦ βασιλέως ἡμῶν λαβὼν ἐφʼ μὴ πορθήσει τὴν πόλιν κατέβη παρὰ τοὺς ὅρκους ἐμπρῆσαι τὸν ναόν, Ῥωμαῖοι δὲ τὸν συνήθη δασμὸν αἰτοῦσιν, ὃν οἱ πατέρες ἡμῶν τοῖς ἐκείνων πατράσι παρέσχον; 5.406καὶ τούτου τυχόντες οὔτε πορθοῦσι τὴν πόλιν οὔτε ψαύουσι τῶν ἁγίων, διδόασι δὲ ὑμῖν τὰ ἄλλα, γενεάς τʼ ἐλευθέρας καὶ κτήσεις τὰς ἑαυτῶν νέμεσθαι καὶ τοὺς ἱεροὺς νόμους σώζουσι. 5.407μανία δὴ τὸν θεὸν προσδοκᾶν ἐπὶ δικαίοις οἷος ἐπʼ ἀδίκοις ἐφάνη. καὶ παραχρῆμα δὲ ἀμύνειν οἶδεν ὅταν δέῃ· τοὺς γοῦν Ἀσσυρίους κατὰ νύκτα τὴν πρώτην παραστρατοπεδευσαμένους ἔκλασεν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.398 Joseph. BJ 5.405 (English) >>Joseph. BJ 5.410

Powered by PhiloLogic